# Adversus mathematicos 94

Sextus Empiricus, Adversus mathematicos, ΠΡΟΣ ΡΗΤΟΡΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/94

εἶτα οὐδέ συστήσεται ἐξ ἐναντίας λόγος ἀεί ποτε τὸ δίκαιον ταύτης μεταδιωκούσης, τοῦ δʼ ἐναντίου μὴ ὄντος λόγου οὐδὲ ῥητορική τις γενήσεται, ὥστε οὐδέ ταύτῃ τοῖς δικαίοις μόνον χρήσεται λόγοις. καὶ μὴν οὐδέ τοῖς ἀδίκοις, ἐπεὶ ἄδικος γενήσεται, καὶ πάλιν τοῦ ἐν- αντίου μὴ ὄντος λόγου ἀσύστατος ἔσται. λείπεται ἄρα διʼ ἀμφοτέρων αὐτὴν βαδίζειν· ὃ πολλῷ τῶν προτέρων ἐστὶν ἀτοπώτερον ἔσται γὰρ ἄμα ἀρετὴ καὶ κακία, ὃ τῶν ἀδυνάτων καθέστηκεν. οὐ τοίνυν ῥητέον μέρος εἶναί τι ῥητορικῆς δικανικὸν ὃ τέλος ἔχει τὸ δίκαιον.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
