Ancient Greek · ~3 min
2.1 to 2.3
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.1-3
Not analysed yet
Ἐπεὶ δὲ τὴν ζήτησιν τὴν πρὸς τοὺς δογματικοὺς μετήλθομεν, ἕκαστον τῶν μερῶν τῆς καλουμένης φιλοσοφίας συντι τόμως καὶ ὑποτυπωτικῶς ἐφοδεύσωμεν, πρότερον ἀποκρινάμενοι πρὸς τούς ἀεὶ θρυλοῦντας ὧς μήτε ζητεῖν μήτε νοεῖν ὅλως οἶός τέ ἐστιν ὁ σκεπτικὸς περὶ τῶν δογματιζομένων παρ’ αὐτοῖς. φασὶ γὰρ ὡς ἤτοι καταλαμβάνει ὁ σκεπτικὸς τὰ ὑπὸ τῶν δογματικῶν λεγόμενα ἢ οὐ καταλαμβάνει· καὶ εἰ μὲν καταλαμβάνει, πῶς ἂν ἀποροίη περὶ ὧν κατειληφέναι λέγει; εἰ δ᾿ οὐ καταλαμβάνει, ἄρα περὶ ὧν οὐ κατείληφεν οὐδὲ οἶδε λέγειν. ὥσπερ γὰρ ὁ μὴ εἰδώς, εἰ τύχοι, τί ἐστι τὸ *καθ’ ὃ περιαιρουμένου ἢ τὸ διὰ δύο τροπικῶν *θεώρημα, οὐδὲ εἰπεῖν τι δύναται περὶ αὐτῶν, οὕτως ὁ μὴ γινώσκων ἕκαστον τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς οὐ δύναται ζητεῖν πρὸς αὐτοὺς περὶ ὧν οὐκ οἶδεν. οὐδαμῶς ἄρα δύναται ζητεῖν ὁ ὒ σκεπτικὸς περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς.