Ancient Greek · ~2 min
Book 2, α′ εἰ δύναται ζητεῖν ὁ σκεπτικός περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.10
Not analysed yet
εἰ δὲ φήσουσι μὴ τοιαύτην [λέγειν] κατ’ κατάλμψιν ἡγεῖσθαι ζητήσεως προσήκειν ,νόησιν δὲ ἀπλῶς, οὐκ ἔστιν ἀδύνατον [ἐν] τοῖς ἐπέχουσι περὶ τῆς ὑπάρξεως τῶν ἀδήλων ζητεῖν. νοήσεως γὰρ οὐκ ἀπείργεται ὁ σκεπτικός, οἶμαι, ἀπό τε τῶν παθητικῶς ὑποπιπτόντων <καὶ> κατ’ φαινομένων αὐτῷ λόγων γινομένης καὶ μὴ πάντως εἰσαγούσης τὴν ὕπαρξιν τῶν νοουμένων· οὐ γὰρ μόνον τὰ ὑπάρχοντα νοοῦμεν, ὥς φασιν, ἀλλ’ ἤδη καὶ τὰ ἀνύπαρκτα. ὅθεν καὶ ζητῶν καὶ νοῶν ἐν τῇ σκεπτικῇ διαθέσει μένει ὁ ἐφεκτικός· ὅτι γὰρ τοῖς κατὰ φαντασίαν παθητικὴν ὑποπίπτουσιν αὐτῷ, καθὸ φαίνεται αὐτῷ, συγκατατίθεται, δεδήλωται.