Ancient Greek
Book 2, ια′ εἰ ἔστι τι σημεῖον ἐνδεικτικόν.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.104
Not analysed yet
Τὸ σημεῖον τοίνυν, ὅσον ἐπὶ τοῖς λεγομένοις περὶ αὐτοῦ παρὰ τοῖς δογματικοῖς, ἀνεπινόητόν ἐστιν. αὐτίκα γοῦν οἱ ἀκριβῶς περὶ αὐτοῦ διειληφέναι δοκοῦντες, οἱ Στωικοί (fr. II 221 Arn.) ,βουλόμενοι παραστῆσαι τὴν ἔννοιαν τοῦ σημείου, φασὶ σημεῖον εἶναι ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ προκαθηγούμενον, ἐκκαλυπτικὸν τοῦ λήγοντος. καὶ τὸ μὲν ἀξίωμά φασιν (fr. II 193 A.) εἶναι λεκτὸν αὐτοτελὲς ἀπόφαντόν ὅσον ἐφ᾿ ἑαυτῷ, ὑγιὲς δὲ συνημμένον τὸ μὴ ἀρχόμενον ἀπὸ ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος.