Ancient Greek · ~2 min
2.114 to 2.115
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.114-115
Not analysed yet
ζητουμένου δὲ περὶ τοῦ πῶς κρινοῦμεν τὴν ἀκολουθίαν τοῦ λήγοντος πρὸς τὸ ἡγούμενον, ὁ διάλληλος εὑρίσκεται τρόπος. ἴνα μὲν γὰρ ἡ κρίσις τοῦ συνημμένου ἀποδειχθῇ τὸ συμπέρασμα τοῖς λήμμασι τῆς ἀποδείξεως ἀκολουθεῖ, ὧς προειρήκαμεν· ἔνα δὲ πάλιν τοῦτο πιστευθῇ, δεῖ τὸ συνημμένον καὶ τὴν ἀκολουθίαν ἐπικεκρίσθαι· ὅπερ ἄτοπον. ἀκατάληπτον ἄρα τὸ ὑγιὲς συνημμένον. ἀλλὰ καὶ τὸ προκαθηγούμενον ἄπορόν ἐστιν. τὸ μὲν γὰρ προκαθηγούμενον, ὥς φασιν, ἐστὶ τὸ ἡγούμενον ἐν τοιούτῳ συνημμένῳ, ὅ ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ἀληθές.