Ancient Greek
Book 2, ια′ εἰ ἔστι τι σημεῖον ἐνδεικτικόν.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.133
Not analysed yet
ἤτοι δὲ ἔστι σημεῖον ἢ οὐκ ἔστι σημεῖον· οὐκ ἄρα ἔστι σημεῖον. καὶ περὶ τῶν φωνῶν δὲ τῶν ὑπὲρ τοῦ σημείου αὐτοὶ ἀποκρινάσθωσαν οἱ δογματικοί, πότερον σημαίνουσί τι ἢ οὐδὲν σημαίνουσιν. εἰ μὲν γὰρ οὐδὲν σημαίνουσιν, οὐ πιστοῦται τὸ εἶναι σημεῖον· εἰ δὲ σημαίνουσιν, ἀκολουθήσει αὐταῖς τὸ σημειωτόν. τοῦτο δὲ ἦν τὸ εἶναί τι σημεῖον· ᾧ ἕπεται τὸ <μὴ> εἷναι ὡς ὑπεμνήσαμεν, κατὰ τὴν τοῦ λόγου περιτροπήν. Πλὴν ἀλλ’ οὕτω πιθανῶν καὶ πρὸς τὸ εἶναι σημεῖον καὶ πρὸς τὸ μὴ εἶναι λόγων φερομένων, οὐ μᾶλλον εἶναι σημεῖον ἢ μὴ εἶναι ῥητέον.