Ancient Greek
2.135 to 2.136
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.135-136
Not analysed yet
εἰ δὲ δεῖ καὶ ἰδίως περὶ ἀποδείξεως εἰπεῖν, συντόμως ἐπελεύ- σομαι τὸν περὶ αὐτῆς λόγον, πρότερον σαφηνίσαι πειραθεὶς διὰ βραχέων, τί φασιν εἶναι τὴν ἀπόδειξιν. Ἔστιν οὖν, ὡς φασίν, ἡ ἀπόδειξις λόγος δι’ ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον. σαφέστερον δὲ ὃ λέγου- σιν ἔσται διὰ τούτων. λόγος ἐστὶ σύστημα ἐκ λημμάτων καὶ ἐπιφορᾶς· τούτου δὲ λήμματα μὲν εἷναι λέγεται τὰ πρὸς κατασκευὴν τοῦ συμπεράσματος συμφώνως λαμβανόμενα ἀξιώματα, ἐπιφορὰ δὲ συμπέρασμα] τὸ ἐκ τῶν λημμάτων κατασκευαζόμενον ἀξίωμα. οἶον ἐν τούτῳ τῷ <λόγῳ> ‘εἰ ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν τὸ μὲν ‘φῶς ἄρα ἔστιν’ συμπέρασμά ἐστι, τὰ δὲ λοιπὰ λήμματα.