Ancient Greek · ~3 min
2.142 to 2.143
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.142-143
Not analysed yet
οἱ δὲ οὐ μόνον ἐφοδευτικῶς ἀλλὰ καὶ ἐκκαλυπτικῶς ἄγουσιν ἡμᾶς ἐπὶ τὸ συμπέρασμα, ὧς ὁ τοιοῦτος ‘εἰ ῥέουσι διὰ τῆς ἐπιφανείας ἱδρῶτες, εἰσὶ νοητοὶ πόροι. ἀλλὰ μὴν τὸ πρῶτον· τὸ δεύτερον ἄρα·' τὸ γὰρ ῥεῖν τούς ἱδρῶτας ἐκκα- λυπτικόν ἐστι τοῦ πόρους εἶναι, διὰ τὸ προειλῆφθαι ὅτι διὰ ναστοῦ σώματος ὑγρὸν οὐ δύναται φέρεσθαι. ἡ οὖν ἀπόδειξις καὶ λόγος εἶναι ὀφείλει καὶ συνακτικὸς καὶ ἄλη θὴς καὶ ἄδηλον ἔχων συμπέρασμα καὶ] ἐκκαλυπτόμενον ὑπὸ τῆς δυνάμεως τῶν λημμάτων, καὶ διὰ τοῦτο εἶναι λέγεται ἀπόδειξις λόγος δι’ ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον. διὰ τούτων μὲν οὖν σαφηνίζειν εἰώθασι τὴν ἔννοιαν τῆς ἀποδείξεως.