Ancient Greek · ~3 min
2.145 to 2.146
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.145-146
Not analysed yet
χωρὶς δὲ τούτων ὁ συνακτικὸς λόγος ἀκατάληπτός ἐστιν· εἰ γὰρ οὗτος κρίνεται ἀπὸ τῆς τοῦ συνημμένου ἀκολουθίας, ἡ δὲ κατὰ τὸ συνημμένον ἀκολουθία ἀνεπικρίτως διαπεφώνηται καὶ ἔστιν ἴσως ἀκατάληπτος, ὡς ἐν τῷ περἲ σημείου λόγῳ §§110 —114) ὑπεμνήσαμεν, καὶ ὁ συνακτικὸς λόγος ἀκατάληπτος ἔσται. οἴ γε μὴν διαλεκτικοί φασιν ἀσύνακτον λόγον γίγνεσθαι ἤτοι παρὰ διάρτησιν ἢ παρὰ ἔλλειψιν ἢ παρὰ τὸ κατὰ μοχθηρὸν ἠρωτῆσθαι σχῆμα ἢ κατὰ παρολκήν. οἷον κατὰ διάρτησιν μὲν, ὅταν μὴ ἔχῃ τὰ λήμματα ἀκολουθίαν πρὸς ἄλληλά τε καὶ τὴν ἐπιφοράν, ὡς ὁ τοιοῦτος ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν πυροὶ ἐν ἀγορᾷ πωλοῦνται·