Ancient Greek · ~2 min
Book 2, ιγ′ εἰ ἔστιν
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.148
Not analysed yet
ἐπεὶ γὰρ ἐπαγγέλλεται τὸ συνημμένον ἐντὸς τοῦ ἐν αὐτῷ ἡγουμένου εἶναι καὶ τὸ λῆγον, εἰκότως τοῦ ἡγουμένου προσλαμβανομένου ἐπάγεται καὶ τὸ λῆγον, καὶ τοῦ λήγοντος ἀνῃρημένου ἀναιρεῖται καὶ τὸ ἡγούμενον· εἰ γὰρ ἦν τὸ ἡγούμενον, ἦν ἂν καὶ τὸ λῆγον. τοῦ δὲ λήγοντος προσλαμβανομένου οὐ πάντως τίθεται καὶ τὸ ἡγούμενον· οὐδὲ γὰρ ὑπισχνεῖτο τὸ συνημμένον τῷ λήγοντι ἀκολουθεῖν τὸ ἡγούμενον, ἀλλὰ τῷ ἡγουμένῳ τὸ λῆγον μόνον.