Ancient Greek · ~2 min
2.151 to 2.152
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.151-152
Not analysed yet
ἐὰν οὖν δείξω ὅτι οὐδεμία διαφορὰ τῶν ἀσυνάκτων διακρίνεσθαι δύναται κατ’ αὐτοὺς ἀπὸ τῶν συνακτικῶν, ἔδειξα ὅτι ἀκατάληπτός ἐστιν ὁ συνακτικὸς λόγος, ὡς περιττὰς εἶναι τὰς κατὰ διαλεκτικὴν <παρ᾿> αὐτοῖς φερομένας ἀπειρολογίας. δείκνυμι δὲ οὕτως. Ὁ κατὰ διάρτησιν ἀσύνακτος λόγος ἐλέγετο ἐγνωρίσθαι ἐκ τοῦ μὴ ἔχειν ἀκολουθίαν τὰ λήμματα αὐτοῦ πρὸς ἄλληλά <τε> καὶ τὴν ἐπιφοράν. ἐπεὶ οὖν τῆς γνώσεως τῆς ἀκολουθίας ταύτης δεῖ προηγεῖσθαι τὴν κρίσιν τοῦ συνημμένου, ἀνεπίκριτον δέ ἐστι τὸ συνημμένον, ὡς ἐπελογισάμην, <ἀδιάκριτος> ἔσται καὶ ὁ κατὰ διάρτησιν ἀσύνακτος λόγος.