Ancient Greek
Book 2, ιγ′ εἰ ἔστιν
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.167
Not analysed yet
εἰ δὲ οὐκ ἀρέσκει τισὶ λόγους μονολημμάτους εἷναι, οὐκ εἰσὶν ἀξιοπιστότεροι Ἀντιπάτρου (fr. Stoic. III 1 67 A.) ,ὃς οὐδὲ τοὺς τοιούτους λόγους ἀποδοκιμάζει. Διὰ ταῦτα μὲν οὖν ἀνεπίκριτός ἐστιν ὁ παρὰ τοῖς διαλεκτικοῖς συνακτικὸς καλούμενος λόγος. ἀλλὰ καὶ ὁ ἀληθὴς λόγος ἀνεύρετός ἐστι διά τε τὰ προειρημένα καὶ ἐπεὶ πάντως ὀφείλει εἰς ἀληθὲς λήγειν. τὸ γὰρ συμπέρασμα τὸ ἀληθὲς εἶναι λεγόμενον ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον.