Ancient Greek · ~5 min
2.171 to 2.174
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.171-174
Not analysed yet
Καὶ κατ’ ἐκείνην δὲ τὴν ἐπιβολὴν ἀνύπαρκτον ἢ καὶ ἀνεπινόητον εὑρήσομεν τὴν ἀπόδειξιν. ὁ γὰρ λέγων εἶναι ἀπόδειξιν ἤτοι γενικὴν τίθησιν ἀπόδειξιν ἢ εἰδικήν τινα· ἀλλ’ οὔτε τὴν γενικὴν οὔτε εἰδικὴν ἀπόδειξιν τιθέναι δυνατόν, ὧς ὑπομνήσομεν· παρὰ δὲ ταύτας ἄλλο τι νοεῖν ἐνδέχεται· οὐκ ἄρα δύναταί τις ὧς ὑπάρχουσαν τιθέναι τὴν ἀπόδειξιν. ἡ μὲν οὖν γενικὴ ἀπόδειξις ἀνυπόστατός ἐστι διὰ τάδε. ἤτοι ἔχει λήμματά τινα καί τινα ἐπιφορὰν ἢ οὐκ ἔχει. καὶ εἰ μὲν οὐκ ἔχει, οὐδὲ ἀπόδειξίς ἐστιν· εἰ δὲ λήμματά τινα ἔχει καὶ ἐπιφοράν τινα, ἐπεὶ πᾶν τὸ ἀποδεικνύμενον οὕτω καὶ ἀποδεικνύον ἐπὶ μέρους ἐστίν, εἰδικὴ ἔσται ἀπόδειξις· οὐκ ἄρα ἔστι τις γενικὴ ἀπόδειξις. ἀλλ’ οὐδὲ εἰδική. ἤτοι γὰρ τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπιφορᾶς σύστημα ἀπόδειξιν ἐροῦσιν, ἢ τὸ σύστημα τῶν λημμάτων μόνον· οὐθέτερον δὲ τούτων ἐστὶν ἀπόδειξις, ὧς παραστήσω· οὐκ ἄρα ἔστιν εἰδικὴ ἀπόδειξις. τὸ μὲν οὖν σύστημα τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπι- φορὰς οὔκ ἐστιν ἀπόδειξις, πρῶτον μὲν ὅτι μέρος τι ἔχουσα ἄδηλον, τουτέστι τὴν ἐπιφοράν, ἄδηλος ἔσται, ὅπερ ἄτοπον· εἰ γὰρ ἄδηλός ἐστιν ἡ ἀπόδειξις, αὐτὴ δεήσεται τοῦ ἀποδείξοντος αὐτὴν μᾶλλον ἢ ἑτέρων ἔσται ἀποδεικτική.