Ancient Greek
2.177 to 2.178
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.177-178
Not analysed yet
Ἔτι ἐκ τούτων τὸ ἀνυπόστατον τῆς ἀποδείξεως ἔνεστιν ὑπομιμνῄσκειν. εἰ γὰρ ἔστιν ἀπόδειξις, ἤτοι φαινομένη φαινομένου ἐστὶν ἐκκαλυπτικὴ ἢ ἄδηλος ἀδήλου ἢ ἄδηλος φαινομένου ἢ φαινομένη ἀδήλου· οὐδενὸς δὲ τούτων δύναται ἐπινοεῖσθαι· ἀνεπινόητος ἄρα ἐστίν. εἰ μὲν γὰρ φαινομένη φαινομένου ἐκκαλυπτική ἐστιν, ἔσται τὸ ἐκκαλυπτόμενον ἄμα φαινόμενόν τε καὶ ἄδηλον, φαινόμενον μέν, ἐπεὶ τοιοῦτον εἶναι ὑπετέθη, ἄδηλον δέ, ἐπεὶ δεῖται τοῦ ἐκκαλύψοντος καὶ οὐκ ἐξ ἑαυτοῦ ὑποπίπτει ἡμῖν σαφῶς. εἰ δὲ ἄδηλος ἀδήλου, αὐτὴ δεήσεται τοῦ ἐκκαλύψοντος αὐτὴν καὶ οὐκ ἔσται ἐκκαλυπτικὴ ἑτέρων, ὅπερ ἀφέστηκε τῆς ἐννοίας τῆς ἀποδείξεως.