Ancient Greek
2.184 to 2.185
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.184-185
Not analysed yet
εἰ οὖν μήτε δι’ ἀποδείξεως μήτε διὰ σημείου μήτε διὰ κριτηρίου ἔστιν ὑπομνῆσαι ὅτι ἔστιν ἀπόδειξις, ἀλλ’ οὐδ’ ἐξ ἑαυτῆς πρόδηλός ἐστιν, ὡς παρεστήσαμεν, ἀκατάληπτον ἔσται εἰ ἐστιν ἀπόδειξις. διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτος ἔσται ἡ ἀπόδειξις· νενόηται μὲν γὰρ σὺν τῷ ἀποδεικνύναι, ἀποδεικνύναι δὲ οὐκ ἂν δύναιτο μὴ καταλαμβανομένη. διόπερ οὐδὲ ἀπόδειξις ἔσται. Ταῦτα μὲν ὧς ἐν ὑποτυπώσει καὶ πρὸς τὴν ἀπόδειξιν ἀρκέσει λελέχθαι. οἱ δὲ δογματικοὶ τοὐναντίον κατασκευά- ζοντές φασιν, ὅτι ἤτοι ἀποδεικτικοί εἰσιν οἱ κατὰ τῆς ἀπο- δείξεως ἠρωτημένοι λόγοι ἢ οὐκ ἀποδεικτικοί· καὶ εἰ μὲν οὐκ ἀποδεικτικοί, οὐ δύνανται δεικνύναι ὅτι οὐκ ἔστιν ἡ ἀπόδειξις· εἰ δὲ ἀποδεικτικοί εἰσιν, αὐτοὶ οὗτοι τὴν ὑπόστασιν τῆς ἀποδείξεως ἐκ περιτροπῆς εἰσάγουσιν.