Ancient Greek · ~1 min
Book 2, ιγ′ εἰ ἔστιν
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.192
Not analysed yet
ἀλλ᾿ οὐδὲ ὅτι ἀκολουθεῖ τι τοῖς ἀντικειμένοις δύνανται δεικνύναι, μὴ ἔχοντες κριτήριον ἀκολουθίας, ὧς ἐπελογισάεθα. Ταῦτα δὲ ἐκ περιουσίας λέγομεν. εἰ γὰρ πιθανοὶ μέν εἰσιν οἱ ὑπὲρ τῆς ἀποδείξεως λόγοι (ἔστωσαν γάρ), πιθαναὶ δὲ καὶ αἱ πρὸς τὴν ἀπόδειξιν λεγόμεναι ἐπιχειρήσεις, ἐπέχειν ἀνάγκη καὶ περὶ τῆς ἀποδείξεως, μὴ μᾶλλον εἶναι ἀπόδειξιν ἢ μὴ εἶναι λέγοντας.