Ancient Greek · ~1 min
Book 2, ιδ′ περὶ συλλογισμῶν.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.194
Not analysed yet
ἐξ ἐπιμέτρου δὲ οὐ χεῖρον ἴσως καὶ ἰδίᾳ περὶ αὐτῶν διαλαβεῖν, ἐπεὶ μάλιστα ἐπ’ αὐτοῖς μέγα φρονοῦσιν. πολλὰ μὲν οὖν λέγειν τὸ ἀνυπόστατον αὐτῶν ὑπομιμνῄσκοντας· ὡς ἐν ὑποτυπώσει δὲ ἀρκεῖ τῇδε τῇ μεθόδῳ χρῆσθαι κατὰ αὐτῶν. λέξω δὲ καὶ νῦν περὶ τῶν ἀναποδείκτων· τούτων γὰρ ἀναιρουμένων καὶ οἱ λοιποὶ σύμπαντες λόγοι διατρέπονται, τὴν ἀπόδειξιν τοῦ συνάγειν ἀπ’ αὐτῶν ἔχοντες.