Ancient Greek · ~2 min
2.205 to 2.206
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.205-206
Not analysed yet
‘Αλλὰ καὶ ἐπὶ τῇ περὶ ὅρων δὴ τεχνολογίᾳ μέγα φρονοῦσιν οἱ δογματικοί, ἣν τῷ λογικῷ μέρει τῆς καλουμένης φιλοσοφίας ἐγκαταλέγουσιν. φέρε οὖν καὶ περὶ ὅρων ὀλίγα ἐπὶ τοῦ παρόντος εἲπωμεν. Πρὸς πολλὰ τοίνυν χρησιμεύειν τοὺς ὅρους τῶν δογμα- τικῶν δοκούντων, δύο τὰ ἀνωτάτω κεφάλαια <ἃ> πάσης λέγουσιν ἀναγκαιότητος αὐτῶν ἴσως εὑρήσεις· ἢ γὰρ ὧς πρὸς κατάληψιν ἢ ὧς πρὸς διδασκαλίαν ἐν πᾶσι παραδεικνύουσι τοὺς ὅρους ἀναγκαίους. ἐὰν οὖν ὑπομνήσωμεν, ὅτι πρὸς οὐδέτερον τούτων χρησιμεύουσι, περιτρέψομεν, οἶμαι, πᾶσαν τὴν γεγενημένην περὶ αὐτῶν παρὰ τοῖς δογματικοῖς ματαιοπονίαν.