Ancient Greek · ~4 min
2.208 to 2.210
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.208-210
Not analysed yet
οὐδὲν ὁρισόμεθα διὰ τὴν εἰς ἄπειρον ἔκπτωσιν] ἢ οὐκ ἀναγκαίους τοὺς ὄρους ἀποφανοῦμεν. διὰ δὲ ταῦτα οὐδὲ πρὸς διδασκαλίαν αὐτοὺς εὕροιμεν ἂν ἀναγκαίους· ὧς γὰρ ὁ πρῶτος τὸ πρᾶγμα γνούς ἔγνω τοῦτο χωρὶς ὅρου, κατὰ τὸ παραπλἠσιον καὶ ὁ διδασκόμενος αὐτὸ δύναται χωρὶς ὅρου διδαχθῆναι. ἔτι ἀπὸ τῶν ὁριστῶν ἐπικρίνουσι τούς ὅρους, καί φασι μοχθηροὺς ὅρους εἶναι τοὺς περιέχοντάς τι τῶν μὴ προσόντων τοῖς ὁριστοῖς, ἤτοι πᾶσιν ἢ τισίν. διόπερ ὅταν εἴπῃ τις τὸν ἂμιρωπον εἶναι ζῷον λογικὸν ἀθάνατον ἤ ζῷον λογικὸν θνητὸν γραμματικόν, ὅπου μὲν μηδενὸς ὄντος ἀνθρώπου ἀθανάτου, ὅπου δὲ τινῶν μὴ γραμματικῶν ὄντων, φασὶ μοχθηρὸν εἶναι τὸν ὅρον. τάχα δὲ καὶ ἀνεπίκριτοί εἰσιν οἱ ὅροι διὰ τὴν ἀπειρίαν τῶν κατὰ μέρος, ἐξ ὧν ἐπικρίνεσθαι ὀφείλουσιν· εἶτα οὐκ ἂν καταληπτικοί τε καὶ διδακτικοὶ τούτων εἶεν ἐξ ὧν ἐπικρίνονται δηλονότι προεπεγνωσμένων, εἴγε ἄρα, καὶ προκατειλημμένων πῶς δὲ οὐκ ἂν εἴη γελοῖον τὸ λέγειν ὧς οἱ ὅροι χρησιμεύουσι πρὸς λατάξψομ ἢ διδασκαλίαν ἢ σαφήνειαν ὅλως, ἀσάφειαν ἡμῖν ἐπεισκυκλοῦντες τοσαύτην;