Ancient Greek · ~3 min
Book 2, δ′ εἰ ὑπάρχει τι κριτήριον ἀληθείας.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.21
Not analysed yet
Οἰόμενοι οὖν ἱκανὰ καὶ ταῦτα εἶναι δεικνύναι τὴν τῶν δογματικῶν προπέτειαν κατὰ τὸν περὶ τοῦ κριτηρίου λόγον, ἴνα καὶ ποικίλως αὐτούς ἐλέγχειν ἔχωμεν, οὐκ ἄτοπον προσκαρτερῆσαι τῷ τόπῳ. οὐ μὴν ἑκάστῃ τῶν περὶ κριτηρίου δοξῶν ἁμιλληθῆναι προαιρούμεθα εἰδικῶς (ἀμύθητος γὰρ ἡ διαφωνία γέγονεν, καὶ οὕτως εἰς ἀμέθοδον καὶ ἡμᾶς λόγον ἐμπεσεῖν ἀναγκαῖον ἔσται), ἀλλ’ ἐπεὶ τὸ κριτήριον περὶ οὗ ζητοῦμεν τρισσὸν εἶναι δοκεῖ, τό τε ὑφ’ οὐ καὶ τὸ δι’ οὗ καὶ τὸ καθ’ ὅ, ἕκαστον τούτων ἐπελθόντες ἐν μέρει τὴν ἀκαταληψίαν αὐτοῦ παραστήσομεν· οὕτω γὰρ ἐμμέθοδος ἄμα καὶ τέλειος ἡμῖν ὁ λόγος ἔσται. ἀρξώμεθα δὲ ἀπὸ τοῦ ὑφ’ οὗ· δοκεῖ γάρ πως συναπορεῖσθαι τούτω καὶ τὰ λοιπά.