Ancient Greek
Book 2, κ′ περὶ γενῶν καὶ εἰδῶν.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.220
Not analysed yet
εἰ ἔστι τὰ γένη, ἤτοι τοσαῦτά ἐστιν ὅσα τὰ εἴδη, ἢ ἔν ἐστι κοινὸν πάντων τῶν εἰδῶν αὐτοῦ λεγομένων εἶναι [εἶδος ἤγουν] γένος. εἰ μὲν οὖν τοσαῦτά ἐστι τὰ γένη ὅσα τὰ εἴδη αὐτῶν, οὐκέτ’ ἂν εἴη κοινὸν γένος, ὃ εἰς αὐτά διαιρεθήσεται. εἰ δὲ ὲν εἶναι λέγοιτο ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ γένος, ἢτοι ὅλου αὐτοῦ ἕκαστον εἶδος αὐτοῦ μετέχει ἢ μέρους αὐτοῦ. ἀλλ’ ὅλου μὲν οὐδαμῶς· ἀμήχανον γάρ ἐστιν ἔν τι ὑπάρχον <ἐν> ἄλλῳ καὶ ἄλλῳ κατὰ ταὐτὸ περιέχεσθαι ὡς ὅλον ἐν ἑκάστῳ θεωρεῖσθαι τῶν ἐν οἶς εἶναι λέγεται. εἰ δὲ μέρους, πρῶτον μὲν οὐκ ἀκολουθήσει τῷ εἴδει τὸ γένος πᾶν, ὡς ὑπολαμβάνουσιν, οὐδὲ ὁ ἄνθρωπος ἔσται ζῷον ἀλλὰ μέρος ζῴου, οἷον οὐσία, οὔτε δὲ ἔμψυχος οὔτε αἰσθητική.