Ancient Greek · ~2 min
Book 2, κβ′ περὶ σοφισμάτων.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.232
Not analysed yet
εἶτα μέντοι καὶ τὰς ἐπιλύσεις αὐτῶν [ὁρᾶν ἤτοι] πριστᾶν ἐπιχειροῦσι, λέγοντες ἐπὶ μὲν τοῦ πρώτου σοφίσματος, ὅτι ἄλλο διὰ τῶν λημμάτων συγκεχώρηται καὶ ἄλλο ἐπενήνεκται. συγκεχώρηται γὰρ τὸ μὴ πίνεσθαι κατηγόρημα, καὶ εἶναι κατηγόρημα τὸ ἀψίνθιον πίνειν, οὐκ αὐτὸ τὸ ἀψίνθιον. διὸ δέον ἐπιφέρειν ‘οὐδεὶς ἄρα πίνει τὸ ἀψίνθιον πίνειν’, ὅπερ ἐστὶν ἀληθές, ἐπενήνεκται ‘οὐδεὶς ἄρα ἀψίνθιον πίνει’ ὅπερ ἐστὶ ψεῦδος, οὐ συναγόμενον ἐκ τῶν συγκεχωρημένων λημμάτων.