Ancient Greek · ~2 min
Book 2, ε′ περὶ τοῦ ὑφ’ οὗ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.24
Not analysed yet
καὶ ὅτι ταῦτα οὐ σοφιζόμενοι λέγομεν, ἐκ τῆς πρὸς αὐτὸν ἀκολουθίας φαίνεται. μόνα γὰρ κατ’ ἀλήθειαν ὑπάρχειν φησὶν ὁ ἀνὴρ (B 125 Diels) τὰ ἄτομα καὶ τὸ κενόν, ἅπερ φησὶν οὐ μόνον τοῖς ζῴοις ἀλλὰ καὶ πᾶσι τοῖς συγκρίμασιν ὑπάρχειν, ὥστε ὅσον μὲν ἐπὶ τούτοις οὐκ ἐπινοήσομεν τὴν τοῦ ἀνθρώπου ἰδιότητα, ἐπειδὴ κοινὰ πάντων ἐστίν. ἀλλ’ οὐδὲ ἄλλο τι ὑπόκειται παρὰ ταῦτα· οὐκ ἄρα ἕξομεν δι’ οὗ τὸν ἄνθρωπον διακρῖναί τε ἀπὸ τῶν ἄλλων ζῴων καὶ εἰλικρινῶς νοῆσαι δυνησόμεθα.