Ancient Greek · ~3 min
2.241 to 2.243
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.241-243
Not analysed yet
καὶ οὕτως μὲν ἐπὶ τοῖς σοφίσμασι τοῖς χρησίμως ἀπαιτοῦσι τὴν διάλυσιν οὐδὲν ἕξει λέγειν ὁ διαλεκτικός, ἐρωτήσας δὲ ἡμᾶς τοιούτους λόγους ‘εἰ οὐχὶ καὶ καλὰ κέρατα ἔχεις καὶ κέρατα ἔχεις, κέρατα ἔχεις· οὐχὶ δὲ καλὰ κέρατα ἔχεις καὶ κέρατα ἔχεις· κέρατα ἄρα ἔχεις.’ ‘εἰ κινεῖταί τι, ἤτοι ἐν ὧί ἐστι τόπῳ κινεῖται, ἢ ἐν ᾧ ὐκ ἒστι· οὔτε δὲ ἐν ᾧ ἔστιν (μένει γάρ), οὔτε [δὲ] ἐν ᾧ μὴ ἔστιν (πῶς γὰρ ἂν ἐνεργοίη τι ἐν ἐκείνῳ, ἐν ᾧ μηδὲ τὴν ἀρχὴν ἒστιν;) οὐκ ἄρα κινεῖταί τι.’ ‘ἢτοι τὸ ὂν γίνεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν ὂν οὐ γίνεται (ἔστι γάρ)· ἀλλ’ οὐδὲ τὸ μὴ ὄν· (τὸ μὲν γὰρ γινόμενον πάσχει τι, τὸ δὲ μὴ ὂν οὐ πάσχει) οὐδὲν ἄρα γίνεται.