Ancient Greek · ~2 min
2.254 to 2.255
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.254-255
Not analysed yet
καὶ ἡμεῖς μὲν ἀδοξάστως ἀπὸ τῆς βιωτικῆς τηρήσεως ὁρμώμενοι τοὺς ἀπατηλοὺς οὕτος ἐκκλίνομεν λόγους, οἱ δογματικοὶ δὲ ἀδυνάτως ἕξουσι διακρῖναι τὸ σόφισμα ἀπὸ τοῦ δεόντως δοκοῦντος ἐρωτᾶσθαι λόγου, εἲγε χρὴ δογματικῶς αὐτούς ἐπικρῖναι, καὶ ὅτι συνακτικόν ἐστι τὸ σχῆμα τοῦ λόγου καὶ ὅτι τὰ λήμματά ἐστιν ἀληθῆ ἤ οὐχ οὕτως ἔχει· ὑπεμνήσαμεν γὰρ ἒμπροσθεν, ὅτι οὔτε τοὺς συνακτικούς λόγους δύνανται καταλαμβάνειν οὔτε ἀληθὲς εἶναί τι κρίνειν οἶοί τέ εἰσι, μήτε κριτήριον μήτε ἀπόδειξιν ὁμολογουμένως ἔχοντες, ὧς ἐκ τῶν λεγομένων ὐπ’ αὐτῶν ἐκείνων ὑπεμνήσαμεν. παρέλκει οὖν ὅσον ἐπὶ τούτοις ἡ θρυλουμένη παρὰ τοῖς διαλεκτικοῖς περὶ τῶν σοφισμάτων τεχνολογία.