Ancient Greek
Book 2, ε′ περὶ τοῦ ὑφ’ οὗ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.27
Not analysed yet
τά τε κείμενα ἐν τῷ ὅρῳ συμβεβηκότα ἤτοι κατ’ ἐνέργειαν λέγουσιν ἢ δυνάμει. εἰ μὲν οὖν κατ’ ἐνέργειαν, οὐκ ἔστιν ἄνθρωπος ὁ μὴ ἐπιστήμην ἤδη τελείαν ἀνειληφὼς καὶ ἐν τῷ λόγῳ τέλειος ὢν καὶ ἐν αὐτῷ τῷ ἀποθνῄσκειν καθεστώς· τοῦτο γὰρ τὸ ἐνεργείᾳ θνητόν ἐστιν. εἰ δὲ δυνάμει, οὐκ ἔσται ἄνθρωπος οὔτε ὁ τὸν λόγον ἔχων τέλειον οὔτε ὁ νοῦν καὶ ἐπιστήμην ἀνειληφώς· καὶ] τοῦτο δὲ τοῦ προτέρου ἐστὶν ἀτοπώτερον. καὶ ’ravrrj ccqcc ἀσύστατος Ttecprjvev tj iTtlvoia rov ἀνθρώπου.