Ancient Greek · ~1 min
Book 2, ε′ περὶ τοῦ ὑφ’ οὗ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.31
Not analysed yet
ἴνα δὲ καὶ τὴν περὶ τοῦ σώματος ἀμφισβήτησιν παρῶμεν, πάλιν ὁ ἄνθρωπος εὑρίσκεται ἀκατάληπτος διὰ τὸ ἀκατάληπτον εἷναι τὴν ψυχήν. ὅτι δὲ ἀκατάληπτός ἐστιν αὕτη, δῆλον ἐντεῦθεν· τῶν περὶ ψυχῆς διαλαβόντων, ἴνα τὴν πολλὴν καὶ ἀνήνυτον μάχην παραλίπωμεν, οἱ μὲν μὴ εἶναι τὴν ψυχὴν ἔφασαν, ὡς οἱ περὶ τὸν Μεσσήνιον Δικαίαρχον (fr. 63 Müller), οἱ δὲ εἷναι, οἱ δὲ ἐπέσχον.