Ancient Greek · ~2 min
Book 2, ε′ περὶ τοῦ ὑφ’ οὗ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.45
Not analysed yet
διόπερ οὐ χρὴ τοῖς πολλοῖς προσέχειν μᾶλλον ἢ τῷ ἑνί, πρὸς τῷ καὶ ἀκατάληπτον εἶναι, καθάπερ ἐν τῷ τετάρτῳ τρόπῳ τῆς σκέψεως (I 100 —117) ὑπεμνήσαμεν, τὴν κατὰ πλῆθος τῶν κρίσεων, ἀπείρων τῶν κατὰ μέρος ἀνθρώπων ὑπαρχόντων καὶ ἡμῶν μὴ δυναμένων ἁπάντων αὐτῶν τἀς κρίσεις ἐπελθεῖν καὶ ἀποφήνασθαι, τί μὲν οἱ πλείους τῶν ἀνθρώπων ἁπάντων ἀποφαίνονται, τί δὲ οἱ ἐλάττους. καὶ κατὰ τοῦτο οὖν ἄτοπος ἡ κατὰ τὸ πλῆθος πρόκρισις τῶν κρινόντων.