Ancient Greek · ~4 min
2.52 to 2.54
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.52-54
Not analysed yet
τὸ γοῦν μύρον ὁ μὲν κεφαλαλγικὸς ἀηδὲς εἶναί φησιν, ὁ δὲ μὴ οὕτως ἔχων ἡδύ. καὶ οἱ θεόληπτοι δὲ καὶ οἱ φρενιτίζοντες νιτίζοντες ἀκούειν δοκοῦσί τινων διαλεγομένων αὐτοῖς, ὧν ἡμεῖς οὐκ ἐπακούομεν. καὶ τὸ αὐτὸ ὕδωρ τοῖς μὲν φλεγμαίνουσιν ἀηδὲς εἶναι δοκεῖ δι’ ὑπερβολὴν θερμότητος, τοῖς δ’ ἄλλοις χλιαρόν. πότερον οὖν πάσας τἀς φαντασίας ἀληθεῖς εἶναι φήσει τις, ἢ τάσδε μὲν ἀληθεῖς, τάσδε δὲ ψευδεῖς, ἢ καὶ ψευδεῖς ἁπάσας, εἰπεῖν ἀμήχανον, μηδὲν ἡμῶν ἐχόντων κριτήριον ὡμολογημένον δι’ οὗ κρινοῦμεν ὃ προκρίνειν μέλλομεν, ἀλλὰ μηδὲ ἀποδείξεως εὐπορούντων ἀληθοῦς τε καὶ κεκριμένης, διὰ τὸ μέχρι νῦν ζητεῖσθαι τὸ τῆς ἀληθείας κριτήριον, δι’ οὗ καὶ τὴν ἀληθῆ ἀπόδειξιν ἐπικρίνεσθαι προσήκει. διὰ ταῦτα καὶ ὁ ἀξιῶν τοῖς μὲν κατὰ φύσιν ἔχουσιν [ἐν τούτοις] πιστεύειν, τοῖς δὲ παρὰ φύσιν διακειμένοις μηδαμῶς, ἄτοπος ἔσται· οὔτε γὰρ ἀναποδείκτως τοῦτο λέγων πιστευθήσεται, οὔτε ἀπόδειξιν ἀληθῆ καὶ κεκριμένην ἔξει διὰ τὰ προειρημένα.