Ancient Greek · ~2 min
Book 2, α′ εἰ δύναται ζητεῖν ὁ σκεπτικός περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.6
Not analysed yet
τὰ δὲ παραπλήσια καὶ πρὸς τοὺς ἀπὸ τῶν ἄλλων αἱρέσεων ἀναγομένους λεκτέον, ὅταν τι ζητεῖν περὶ τῶν δοκούντων τοῖς ἑτεροδόξοις αὐτῶν ἐθέλωσιν. ὥστε οὐ δύνανται περί τινος ζητεῖν πρὸς ἀλλήλους. μᾶλλον δέ, εἰ χρὴ μὴ ληρεῖν, συγχυθήσεται μὲν αὐτῶν ἅπασα ὡς ἔπος εἰπεῖν ἡ δογματική, συντόνως δὲ προσαχθήσεται ἡ σκεπτικὴ φιλοσοφία, διδομένου τοῦ μὴ δύνασθαι ζητεῖν περὶ τοῦ μὴ οὕτως κατ’ εἰλημμένου.