Ancient Greek
2.67 to 2.68
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.67-68
Not analysed yet
εἰ δὲ ταῖς αἰσθήσεσι τἀς αἰσθήσεις καὶ τῇ διανοίᾳ τὰς διανοίας ἐπικρινοῦσιν, ἐπειδὴ μάχονται καὶ αἰσθήσεις αἰσθήσεσι καὶ διάνοιαι διανοίαις, ἥντινα ἂν λάβωσιν ἀπὸ τῶν μαχομένων αἰσθήσεων πρὸς τὴν κρίσιν τῶν ἄλλων αἰσθήσεων, τὸ ζητούμενον συναρπάσουσιν· μέρος γὰρ τῆς διαφωνίας ὧς πιστὸν ἤδη λήψονται πρὸς τὴν τῶν ἐπ’ ἴσης αὐτῷ ζητουμένων ἐπίκρισιν. ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῶν διανοιῶν λόγος. εἰ δὲ ταῖς μὲν αἰσθήσεσι τὰς διανοίας ἐπικρινοῦσι, τῇ διανοίᾳ δὲ τἀς αἰσθήσεις, ὁ διάλληλος εὑρίσκεται τρόπος, καθ’ ὅν, ἴνα μὲν αἱ αἰσθήσεις ἐπικριθῶσι, δεῖ προκεκρίσθαι τἀς διανοίας, ἴνα δὲ αἱ διάνοιαι δοκιμασθῶσι, χρὴ προδιευκρινεῖσθαι τἀς αἰσθήσεις.