Ancient Greek
Book 2, ζ′ περὶ τοῦ καθ’ ὅ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.74
Not analysed yet
ἀλλ’ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ὅτι ἡ ψυχὴ καταλαμβάνει διὰ τῶν αἰσθητικῶν παθῶν τὰ ἐκτὸς ὑποκείμενα, (??)διὰ τὸ ὅμοια τὰ πάθη τῶν αἰσθήσεων εἶναι τοῖς ἐκτὸς ὑποκειμένοις. πόθεν γὰρ εἴσεται ἡ διάνοια, εἰ ὅμοιά ἐστι τὰ πάθη τῶν αἰσθήσεων τοῖς αἰσθητοῖς, μήτε αὐτὴ τοῖς ἐκτὸς ἐντυγχάνουσα, μήτε τῶν αἰσθήσεων αὐτῇ τὴν φύσιν αὐτῶν δηλουσῶν ἀλλὰ τὰ ἑαυτῶν πάθη, καθάπερ ἐκ τῶν τρόπων τῆς ἐποχῆς ἐπελογισάμην.