Ancient Greek · ~3 min
2.95 to 2.96
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.95-96
Not analysed yet
Ἀπόρου δὲ τοῦ κριτηρίου τῆς ἀληθείας φανέντος, οὔτε περὶ τῶν ἐναργῶν εἶναι δοκούντων, ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, ἔτι οἷόν τέ ἐστι διισχυρίζεσθαι, οὔτε περὶ τῶν ἀδήλων· ἐπεὶ γὰρ ἀπὸ τῶν ἐναργῶν καταλαμβάνειν οἱ δογματικοὶ νομίζουσιν, ἐὰν ἐπέχειν περὶ τῶν ἐναργῶν καλουμένων ἀναγκαζώμεθα, πῶς ἂν περὶ τῶν ἀδήλων ἀποφαίνεσθαι τολμήσαιμεν; ἐκ πολλοῦ δὲ τοῦ περιόντος καὶ πρὸς τὰ ἄδηλα τῶν πραγμάτων ἰδίως ἐνστησόμεθα. καὶ ἐπειδὴ ταῦτα διὰ σημείου τε καὶ ἀποδείξεως καταλαμβάνεσθαι καὶ κρατύνεσθαι δοκεῖ, διὰ βραχέων ὑπομνήσομεν, ὅτι καὶ περὶ τοῦ σημείου καὶ περὶ τῆς ἀποδείξεως ἐπέχειν προσήκει. ἀρξώμεθα δὲ ἀπὸ σημείου· καὶ γὰρ ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι δοκεῖ.