Ancient Greek · ~4 min
2.98 to 2.100
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.98-100
Not analysed yet
πρὸς καιρὸν δὲ ἄδηλα ἅπερ τὴν φύσιν ἔχοντα ἐναργῆ παρὰ τινας ἔξωθεν περιστάσεις κατὰ καιρὸν ἡμῖν ἀδηλεῖται, ὧς ἐμοὶ νῦν ἡ τῶν Ἀθηναίων πόλις, φύσει δὲ ἄδηλα τὰ μὴ φύσιν ὑπὸ τὴν ἡμετέραν πίπτειν ἐνάργειαν, ὧς οἱ νοητοὶ πόροι· οὗτοι γὰρ οὐδέποτε ἐξ ἑαυτῶν φαίνονται, ἀλλ’ εἰ ἄρα, ἐξ ἑτέρων καταλαμβάνεσθαι ἂν νομισθεῖεν, οἶον τῶν ἱδρώτων ἤ τινος παραπλησίου. τὰ μὲν οὖν πρόδηλα μὴ δεῖσθαι σημείου φασίν· ἐξ ἑαυτῶν γὰρ αὐτὰ καταλαμβάνεσθαι. ἀλλ’ οὐδὲ τὰ καθάπαξ ἄδηλα ἅτε δὴ μηδὲ τὴν ἀρχὴν καταλαμβανόμενα. τὰ δὲ πρὸς καιρὸν ἄδηλα καὶ τὰ φύσει ἄδηλα διὰ σημείων μὲν καταλαμβάνεσθαι, οὐ μὴν διὰ τῶν αὐτῶν, ἀλλὰ τὰ μὲν πρὸς καιρὸν ἄδηλα διὰ τῶν ὑπομνηστικῶν, τὰ δὲ φύσει ἄδηλα διὰ τῶν ἐνδεικτικῶν. τῶν οὖν σημείων τὰ μέν ἐστιν ὑπομνηστικὰ κατ’ αὐτοὺς, τὰ δ’ ἐνδεικτικά. καὶ ὑπομνηστικὸν μὲν σημεῖον καλοῦσιν ὃ συμπαρατηρηθὲν τῷ σημειωτῷ δι’ ἐναργείας ἅμα τῷ ὑποπεσεῖν, ἐκείνου ἀδηλουμένου, ἄγει ἡμᾶς εἰς ὑπόμνησιν τοῦ συμπαρατηρηθέντος αὐτῷ καὶ νῦν ἐναργῶς μὴ ὑποπίπτοντος, ὡς ἔχει ἐπὶ τοῦ καπνοῦ καὶ τοῦ πυρός.