# Pyrrhoniae hypotyposes 3.116-118

Sextus Empiricus, Pyrrhoniae hypotyposes, 3.116 to 3.118. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/pyrrhoniae-hypotyposes/3.116

γε μὴν λεγόμενον μένειν συνέχεσθαι δοκεῖ ὑπὸ τῶν περὶ αὐτό, τὸ δὲ συνεχό- μένον πάσχει· οὐδὲν δὲ ἔστι πάσχον, ἐπεὶ μηδὲ αἴτιον, ὧς ὑπεμνήσαμεν· οὐδὲ μένει τι ἄρα. ἐρωτῶσι δέ τινες καὶ τοῦτον τὸν λόγον.. τὸ μένον πάσχει, τὸ δὲ πάσχον κινεῖται· τὸ ἄρα μένειν λεγόμενον κινεῖται· εἰ δὲ κινεῖται, οὐ μένει. ἐκ δὲ τούτων φανερόν ἐστιν, ὅτι οὐδὲ τὸ ἀσώματον ἐνδέχεται μένειν. εἰ γὰρ τὸ μένον πάσχει, τὸ δὲ πάσχειν σωμάτων ἐστὶν ἴδιον, εἶπερ ἄρα, καὶ οὐχὶ ἀσωμάτων , οὐδὲν δὲ ἀσώματον οὔτε πάσχειν δύναται οὔτε μένειν, οὐδὲν ἄρα μένει. Τοσαῦτα μὲν καὶ περὶ μονῆς εἰρήσθω. ἐπεὶ δὲ εκαστον τῶν προειρημένων οὐκ ἄνευ τόπου ἤ χρόνου ἐπινοεῖται, μετιτέον ἐπὶ τὴν περὶ τούτων σκέψιν· ἐὰν γὰρ ταῦτα δείξῃ τις ἀνυπόστατα, ἀνυπόστατον ἔσται καὶ διὰ ταῦτα ἐκείνων ἕκαστον. ἀρξώμεθα δὲ ἀπὸ τοῦ τόπου.

---

Sextus Empiricus, Pyrrhoniae hypotyposes, ed. Hermann Mutschmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg001.local001/.
