Ancient Greek
Book 3, ιη′ περὶ τόπου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.124
Not analysed yet
Οἱ Στνικοί (Stoic. fr. II 505 A.) φασι κενὸν μὲν εἶναι τὸ οἶόν τε ὑπὸ ὄντος κατέχεσθαι μὴ κατεχόμενον δέ, ἢ διάστημα ἔρημον σώματος, ἢ διάστημα ἀκαθεκτούμενον ὑπὸ σώματος, τόπον δὲ διάστημα ὑπὸ ὄντος κατεχόμενον καὶ ἐξισαζόμε- νον τῷ κατ’ ἔχοντι αὐτόν, νῦν ὂν καλοῦντες τὸ σῶμα, χώραν δὲ διάστημα κατὰ μέν τι κατεχόμενον ὑπὸ σώματος κατὰ δέ τι ἀκαθεκτούμενον, ἐνίων χώραν εἰπόντων εἶναι τὸν τόπον τοῦ μεγάλου λοῦ σώματος, ὡς ἐν μεγέθει τὴν δ’ διαφορὰν εἶναι τοῦ τε τόπου καὶ τῆς χώρας.