Ancient Greek · ~2 min
Book 3, ιθ′ περὶ χρόνου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.136
Not analysed yet
Τὸ δὲ αὐτὸ πάσχομεν καὶ ἐν τῇ περὶ τοῦ χρόνου ζητήσει· ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις δοκεῖ τι εἶναι ὁ χρόνος, ὅσον δὲ ἐπὶ τοῖς περὶ αὐτοῦ λεγομένοις μένοις ἀνυπόστατος φαίνεται. χρόνον γὰρ εἶναί φασιν οἱ μὲν διάστημα τῆς τοῦ ὅλου κινήσεως ὅλον δὲ λέγω τὸν κόσμον), οἱ δὲ αὐτὴν τὴν κίνησιν τοῦ κόσμου, Ἀριστοτέλης δέ, ἤ ὥς τινες Πλάτων’, ἀριθμὸν τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέρου, Στράτων δέ, ἤ ὥς τινες Ἀριστοτέλης,