Ancient Greek · ~1 min
Book 3, ιθ′ περὶ χρόνου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.145
Not analysed yet
ἀλλ’ οὐδὲ μεριστός· εἰς ἐνεστῶτας μὲν γὰρ οὐκ ἂν μερισθείη ,ἐπεὶ διὰ τὴν ὀξεῖαν ῥύσιν τῶν ἐν κόσμῳ ἀνεπινοήτως ὁ ἐνεστὼς εἰς παρωχηκότα μεταβάλλειν λέγεται· ἀλλ’ οὐδ’ εἰς παρῳχηκότα καὶ μέλλοντα· ἔσται γὰρ οὕτως ἀνύπαρκτος, τὸ· μέν τι μηκέτι ὂν ἔχων μέρος ἑαυτοῦ, τὸ δὲ μηδέπω ὄν.