Ancient Greek
Book 3, ιθ′ περὶ χρόνου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.149
Not analysed yet
Πρὸς τούτοις, ἐπεὶ πᾶν τὸ γινόμενον ἐν χρόνῳ γίγνεσθαι δοκεῖ, εἰ γίνεται ὁ χρόνος, ἐν χρόνῳ γίνεται. ἤτοι οὖν αὐτὸς ἐν ἑαυτῷ γίνεται ἢ ἕτερος ἐν ἑτέρῳ. ἀλλ’ εἰ μὲν αὐτὸς ἐν ἑαυτῷ, τὸ αὐτὸ καὶ ἔσται καὶ οὐκ ἔσται. ἐπεὶ γὰρ τὸ ἐν ᾡ τι γίγνεται τοῦ ἐν αὐτῷ γιγνομένου ὀφείλει προυπάρχειν ,ὁ γιγνόμενος ἐν ἑαυτῷ χρόνος, εἰ μὲν γίνεται, οὐδέπω ἔστιν, εἰ δὲ ἐν ἑαυτῷ γίνεται, ἤδη ἔστιν. ὥστε οὐδὲ γίνεται ἐν ἑαυτῷ.