Ancient Greek
Book 3, κβ′ περὶ ἀγαθῶν καὶ κακῶν καὶ ἅδ’ ιαφόρων.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.174
Not analysed yet
ὧς γὰρ ὁ ἀνεννόητος ἵππου οὔτε τὸ χρεμετίζειν τί ἐστιν οἶδεν, οὔτε διὰ τούτου δύναται εἰς ἔννοιαν ἐλθεῖν ἵστιν εἰ μὴ πρότερον πρότερον χρεμετίζοντι ἐντύχοι, οὕτω <καὶ> ὁ διὰ τὸ μὴ εἰδέναι ἰδ’. ζητῶν τί ἐστιν ἀγαθόν, οὐ δύναται γινώσκειν τὸ ἰδίως αὐτῷ καὶ μόνῳ ὑπάρχον, ἴνα δι’ αὐτοῦ τὸ ἀγαθὸν αὐτὸ νοῆσαι δυνηθῇ. πρότερον γὰρ δεῖ μαθεῖν τὴν αὐτοῦ τοῦ ἀγαθοῦ φύσιν, εἶθ’ οὕτω συνεῖναι ὅτι ὠφελεῖ καὶ ὅτι δι’ αὑτὸ αἱρετόν ἐστι καὶ ὅτι εὐδαιμονίας ποιητικόν.