Ancient Greek · ~3 min
Book 3, κγ′ εἰ ἔστι τι φύσει ἀγαθὸν καὶ κακὸν καὶ ἀδιάφορον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.183
Not analysed yet
Ἔτι κἀκεῖνο λέγουσί τινες, ὅτι ἀγαθόν ἐστιν ἤτοι τὸ αἱρεῖσθαι αὐτὸ ἢ ἐκεῖνο ὃ αἱρούμεθα. τὸ μὲν οὖν αἱρεῖσθαι οὐκ ἔστιν ἀγαθὸν κατὰ τὸν ἴδιον λόγον· οὐ γὰρ ἂν ἐσπεύδομεν τυχεῖν ἐκείνου ὃ αἱρούμεθα, ἵνα μὴ ἐκπέσωηεν τοῦ ἔτι αὐτὸ αἱρεῖσθαι, οἷον εἰ ἀγαθὸν ἦν τὸ ἀντιποιεῖσθαι ποτοῦ, οὐκ ἂν ἐσπεύδομεν ποτοῦ τυχεῖν· ἀπολαύσαντες γὰρ τούτου τῆς ἀντιποιήσεως αὐτοῦ ἀπαλλαττόμεθα. καὶ ἐπὶ τοῦ πεινῆν ὁμοίως καὶ ἐπὶ τοῦ ἐρᾶν καὶ τῶν ἄλλων. οὐκ ἄρα τὸ αἱρεῖσθαι δι’ αὐτὸ αἱρετόν ἐστιν, εἰ μή γε καὶ ὀχληρόν· καὶ γὰρ ὁ πεινῶν σπεύδει μετα- σχεῖν τροφῆς, ὅπως ἀπαλλαγῇ τῆς ἐκ τοῦ πεινῆν ὀχλήσεως, καὶ ὁ ἐρῶν ὁμοίως καὶ ὁ διψῶν.