Ancient Greek
Book 3, κδ′ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.194
Not analysed yet
ὅθεν καὶ οἱ Ἐπικούρειοι (Epicurea p. 274, 25 Us.) δεικνύναι νομίζουσι φύσει αἱρετὴν εἶναι τὴν ἡδονήν· τὰ γὰρ ζῷά φασιν ἅμα τῷ γενέσθαι, ἀδιάστροφα ὄντα, ὁρμᾶν μὲν ἐπὶ τὴν ἡδονήν, ἐκκλίνειν δὲ ἀλγηδόνας.