Ancient Greek · ~2 min
3.197 to 3.198
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.197-198
Not analysed yet
ὁμοίως δ’ ἂν περιτρίποιντο καὶ οἱ τὸν ἐνάρετον βίον φύσει ἀγαθὸν εἶναι λέγοντες, ἐκ τοῦ τινὰς τῶν σοφῶν τὸν μεθ’ ἡδονῆς αἱρεῖσθαι βίον, ὡς ἐκ τῆς παρ’ αὐτοῖς ἐκείνοις διαφωνίας τὸ φύσει τι τοῖον ἢ τοῖον εἶναι διατρέπεσθαι. Οὐκ ἄτοπον δ’ ἂν ’ίσως εἴη πρὸς τούτοις καὶ εἰδικώτερον ἐπιστῆσαι διὰ βραχέων ταῖς ὑπολήψεσι ταῖς περὶ αἰσχρῶν καὶ οὐκ αἰσχρῶν, ἀθέσμων τε καὶ οὐ τοιούτων καὶ νόμων καὶ ἐθῶν καὶ τῆς εἰς θεοὺς εὐσεβείας καὶ τῆς περὶ τοὺς κατ’ οἰχομένους ὁσιότητος καὶ τῶν ἐοικότων· καὶ γὰρ οὕτω περὶ τῶν πρακτέων ἢ μὴ πολλὴν εὑρήσομεν ἀνωμα- λίαν.