Ancient Greek · ~2 min
Book 3, γ′ περὶ θεοῦ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.2
Not analysed yet
Οὐκοῦν ἐπεὶ θεὸν εἶναι δραστικώτατον αἴτιον οἱ πλείους ἀπεφήναντο, πρότερον περὶ θεοῦ σκοπήσωεν, ἐκεῖνο προει- πόντες, ὅτι τῷ μὲν βίῳ κατακολουθοῦντες ἀδοξάστως φαμὲν εἷναι θεοὺς καὶ σέβομεν θεοὺς καὶ προνοεῖν αὐτούς φαμεν, πρὸς δὲ τὴν προπέτειαν τῶν δογματικῶν τάδε λέγομεν. Τῶν ἐννοουμένων ἡμῖν πραγμάτων τἀς οὐσίας ἐπινοεῖν ὀφείλομεν, οἷον εἰ σώματά ἐστιν ἢ ἀσώματα. ἀλλὰ καὶ τὰ εἴδη· οὐ γὰρ ἄν τις ἵππον ἐννοῆσαι δύναιτο μὴ οὐχὶ πρότερον τὸ εἶδος τοῦ ἵππου μαθών. τό τε ἐννοούμενον ἐννοεῖσθαί που ὀφείλει.