Ancient Greek
3.202 to 3.204
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.202-204
Not analysed yet
ἀλλὰ καὶ τὸ ἐστίχθαι παρ’ ἡμῖν μὲν αἰσχρὸν καὶ ἄτιμον εἶναι δοκεῖ, πολλοὶ δὲ Αἰγυπτίων καὶ Σαρμάτων στίζουσι τὰ γεννώμενα. τό τε ἐλλόβια ἔχειν τούς ἄρρενας παρ’ ἡμῖν μὲν αἰσχρόν ἐστι, παρ’ ἐνίοις δὲ τῶν βαρβάρων ,ὥσπερ καὶ Σύροις, εὐγενείας ἐστὶ σύνθημα. τινὲς δὲ ἐπιτείνοντες τὸ σύνθημα τῆς εὐγενείας, καὶ τὰς ῥῖνας τῶν παίδων τιτρώσκοντες κρίκους ἀπ’ αὐτῶν ἀργυρέους ἢ χρυσοῦς ἀπαρτῶσιν ,ὃ παρ’ ἡμῖν οὐκ ἂν ποιήσειέ τις, οὖσ’ ἄν δυναίμην θῆλυν ενδῦναι στολήν ἄρρην πεφυκὼς, ὁ δὲ Ἀρίστιππος προσήκατο, φήσας (Bacch. 317) καὶ γὰρ ἐν βακχεύμασιν οὖσ' ἥ γε σώφρωνov οὐ διαφθαρήσεται.