Ancient Greek · ~1 min
Book 3, κδ′ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.217
Not analysed yet
αἱ δὲ Ἀμαζόνες καὶ ἐχώλευον τὰ ἄρρενα τῶν ὑπ’ αὐτῶν γεννωμένων ὑπὲρ τοῦ μηδὲν ἀνδρεῖον αὐτὰ ποιῆσαι δύνασθαι, περὶ πόλεμον δὲ ἔσχον αὐταί, τοῦ ἐναντίου παρ’ ἡμῖν καλῶς ἔχειν νενομισμένου. καὶ ἡ μήτηρ δὲ τῶν θεῶν προσίεται τοὺς θηλυδρίας, οὐκ ἂν οὕτω κρίνασα ἡ θεός, εἴγε φύσει φαῦλον ἦν τὸ μὴ ἀνδρεῖον εἶναι.