Ancient Greek · ~2 min
Book 3, κε′ εἰ ἐστι τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.242
Not analysed yet
ταῦτά τοι καὶ οἱ Στωικοὶ (Stoic. fr. II 97 Arn.) ἐν τῇ τῆς καταληπτικῆς φαντασίας ἐννοίας ἀποδόσει οὐχ ὑγιῶς φέρονται· καταληπτικὴν μὲν μὶν γὰρ φαντασίαν λέγοντες τὴν ἀπὸ ὑπάρχοντος γινομένην, ὑπάρχον δὲ εἷναι λέγοντες ὃ οἶόν τε κινεῖν κατ’ καταληπτικὴν φαντασίαν εἰς τὸν διάλληλον ἐμπίπτουσι τῆς ἀπορίας τρόπον. εἰ τοίνυν, ἴνα μὲν περὶ τὸν βίον ᾖ τις τέχνη, δεῖ πρότερον εἶναι τέχνην, ἴνα δὲ ὑποστῇ τέχνη, κατάληψιν προυφεστάναι, ἴνα δὲ ὑποστῇ κατάληψις, καταληπτικῇ φαντασίᾳ συγκατάθεσιν κατειλῆφθαι, ἀνεύρετος δέ ἐστιν ἡ καταληπτικὴ φαντασία, ἀνεύρετός ἐστιν ἡ περὶ τὸν βίον τέχνη.