Ancient Greek · ~2 min
Book 3, κε′ εἰ ἐστι τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.245
Not analysed yet
Λείπεται λέγειν, ὅτι ἐξ ἐκείνων <τῶν> ἔργων καταλαμβάνεται ἡ περὶ τὸν βίον τέχνη, ἅπερ ἀναγράφουσιν ἐν ταῖς βίβλοις· ὧν πολλῶν καὶ παραπλησίων ἀλλήλοις ὄντων ὀλίγα ἐκθήσομαι παραδείγματος χάριν. οἷον γοῦν ὁ αἱρεσιάρχης αὐτῶν Ζήνων (Frgm. Stoic. I 250 Arn.) ἐν ταῖς διατριβαῖς φησι περὶ παίδων ἀγωγῆς ἄλλα τε ὅμοια καὶ τάδε ‘διαμηρίζειν μηδὲν μᾶλλον μηδὲ ἧσσον παιδικὰ ἢ μὴ παιδικά, μηδὲ θήλεα ἢ ἄρρενα· οὐ γὰρ διαφέρει ἐν παιδικοῖς ἢ μὴ παιδικοῖς, οὐδὲ θηλείαις ἢ ἄρρεσιν, ἀλλὰ ταὐτὰ πρέπει τε καὶ πρέποντά ἐστιν'.