Ancient Greek
Book 3, κθ′ εἰ ἔστιν ὁ δ’ διδάσκων καὶ ὁ μανθάνων.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.259
Not analysed yet
Συμπεριτρέπεται μὲν οὖν τούτῳ ὅ τε διδάσκων καὶ ὁ μανθάνων 5 οὐδὲν δὲ ἧττον καὶ κατὰ ἰδίαν ἀποροῦνται. ἤτ’ οἱ γὰρ ὁ τεχνίτης τὸν τεχνίτην διδάσκει ἢ ὁ ἄτεχνος τὸν ἄτεχνον ἢ ὁ ἄτεχνος τὸν τεχνίτην ἢ ὁ τεχνίτης τὸν ἄτεχνον. ὁ μὲν οὖν τεχνίτης τὸν τεχνίτην οὐ διδάσκει· οὐθέτερος γὰρ αὐτῶν, καθό ἐστι τεχνίτης, δεῖται μαθήσεως. ἀλλ’ οὐδὲ ὁ ἄτεχνος τὸν ἄτεχνον, ὥσπερ οὐδὲ τυφλὸν ὁδηγεῖν δύναται τυφλός. οὐδὲ ὁ ἄτεχνος τὸν τεχνίτην·