Ancient Greek · ~2 min
Book 3, κθ′ εἰ ἔστιν ὁ δ’ διδάσκων καὶ ὁ μανθάνων.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.263
Not analysed yet
εἰ δὲ τοῦτό ἐστιν ἀληθές, ἐπεὶ μὴ πάντα ἀθρόως τὰ θεωρήματα τῶν τεχνῶν ἀναλαμβάνει τις, ἀλλ’ εἴπερ ἄρα, κατὰ ‘ὲν ἕκαστον, ἴνα τις καὶ τοῦτο καθ’ ὑπόθεσιν διδῷ, ὁ κατὰ ‘ὲν θεώρημα τῆς τέχνης ἀναλαμβάνειν λεγόμενος οὐκ ἂν τεχνίτης γένοιτο· ὑπεμιὥσπερ μνῂσκομεν γάρ, ὅτι οὐ δύναται θεωρήματος ἑνὸς γνῶσις τὸν ἄτεχνον ποιῆσαι τεχνίτην. οὐδὲ ἐξ ἀτέχνου τοίνυν γίνεταί τις τεχνίτης. ὥστε καὶ διὰ ταῦτα φαίνεται ἀνυπόστατος εἶναι ὁ τεχνίτης. διὰ δὲ τοῦτο καὶ ὁ διδάσκων.